Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
- δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
- ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.
- ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
- οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;
- βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
- βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.
- οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.
- κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.
- ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
- οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
- πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.
- κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.
- μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
- εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
- ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
- στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
- ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
- πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
- μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ