Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.
Δημοφῶν
  1. κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.
Κῆρυξ
  1. ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
Δημοφῶν
  1. οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
Κῆρυξ
  1. πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.
Δημοφῶν
  1. κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.
Χορός
  1. μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
Δημοφῶν
  1. εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
Χορός
  1. ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
Κῆρυξ
  1. στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
  2. ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
  3. πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
  4. μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ