Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.
- οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;
- καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
- οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;
- ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.
- σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.
- σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
- δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
- ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.
- ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
- οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;
- βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
- βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.