Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος
- θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·
- τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς
- πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·
- τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
- εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
- ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
- οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ
- ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.
- ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
- ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
- σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.
- σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον,
- πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,
- δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.
- οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;
- καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
- οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;
- ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.
- σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.