Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·
  2. τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς
  3. πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·
  4. τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
  5. εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
  6. ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
  7. οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ
  8. ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.
  9. ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
  10. ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
  11. σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.
  12. σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον,
  13. πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,