Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν,
  2. καὶ --- πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
  3. τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών·
  4. γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
  5. πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ
  6. ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.
Χορός
  1. ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
  2. τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην
  3. νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς
  4. ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως.
Δημοφῶν
  1. τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,
  2. Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·
  3. τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος