Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
  2. πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
  3. ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν,
  4. μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
  5. τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
  6. σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,
  7. ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —
  8. βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ.
  9. ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν,
  10. καὶ --- πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
  11. τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών·
  12. γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
  13. πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ
  14. ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.
Χορός
  1. ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
  2. τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην
  3. νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς
  4. ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως.
Δημοφῶν
  1. τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,
  2. Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·