Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·
  2. ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
  3. τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε
  4. σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ
  5. ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα·
  6. Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
  7. πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
  8. ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν,
  9. μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
  10. τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
  11. σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,
  12. ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —
  13. βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ.