Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι.
- ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·
- θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος
- τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται.
- πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον
- λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
- καὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος.
- σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι
- σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
- Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
- Αἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθεν
- Θησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος.
- Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,
- κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων
- πατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς.
- γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·
- ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
- τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε
- σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ
- ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα·