Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- [*](τὰ τοῦ δράματος πρόσωπαἸόλαοςΚῆρυξΧορόςΔημοφῶνΜακαρία ΠαρθένοςΘεράπωνἈλκμήνηἈγγελοςἘυρυσθεύς)
Ἰόλαος - Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον·
- ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ,
- ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον
- πόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
- αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών.
- ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
- ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων
- πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
- ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν
- ναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς
- σῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας.
- ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
- πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν·
- ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,
- ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι
- ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν.
- πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς
- ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·
- πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους