Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.
- τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,
- πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;
- ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί —
- εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι,
- κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.
- ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει·
- ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι,
- ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
- πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
- ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
- ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον
- φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ;
- οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ
- τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
- οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν
- πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
- τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
- ἤλαυνες ἱκέτας βωμίους καθημένους.
- εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς,