Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ·
- δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ
- κτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶν
- πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
- φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.
- τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,
- πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;
- ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί —
- εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι,
- κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.
- ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει·
- ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι,
- ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,