Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ.
- τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς,
- τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;
- ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερ
- θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον
- κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,
- τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
- παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα.
- ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον.
- καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές·
- κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις
- μάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε
- ψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνος