Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
  2. ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
  3. ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον
  4. φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ;
  5. οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ
  6. τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
  7. οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν
  8. πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
  9. τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
  10. ἤλαυνες ἱκέτας βωμίους καθημένους.
  11. εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς,
  12. οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι.
  13. ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·