Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
- ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·
- οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που
- μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
- τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.
- φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς
- ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
- τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν,
- Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως
- ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
- ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα
- βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
- δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν