Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω.
  2. πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ
  3. ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε,
  4. δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.
  5. Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
  6. ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,
  7. νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
  8. θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν
  9. αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.
  10. πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
  11. ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις,
  12. κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.
  13. ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι