Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.
- Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
- ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,
- νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
- θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν
- αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.
- πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
- ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις,
- κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.
- ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι
- δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
- ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·
- οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που
- μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
- τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.
- φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς
- ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
- τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν,
- Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως
- ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.