Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
- χάριν προδόντες τήνδε. τοιούτων ξένων
- προύστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένος
- δεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ;
- Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
- κοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰς
- μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.
- κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼ
- δώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ,
- ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών.
- τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίαν
- κατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών,
- κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε;