Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
  2. ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
  3. κομίζετʼ αὐτόν, δμῶες· εἶτα χρὴ κυσὶν
  4. δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως
  5. αὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός.
  6. ---
  7. ---
  8. ---
  9. ---
  10. ---
Ἡμιχόριον
  1. ταὐτὰ δοκεῖ μοι. στείχετʼ, ὀπαδοί.
  2. τὰ γὰρ ἐξ ἡμῶν
  3. καθαρῶς ἔσται βασιλεῦσιν.