Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ
- τόνδʼ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
- δώσω· τὸ γὰρ σῶμʼ οὐκ ἀπιστήσω χθονί,
- οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
- κτεῖνʼ, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
- ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
- χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
- ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ.
- θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον,
- δίας πάροιθε παρθένου Παλληνίδος·
- καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
- μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
- τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος,