Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
- σπεύσατε θᾶσσον δώματος εἴσω
- καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
- μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
- ἄγριον ἦθος στυγεράν τε φύσιν
- φρενὸς αὐθάδους.—
- ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.—
- δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
- νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
- μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
- μεγαλόσπλαγχνος δυσκατάπαυστος
- ψυχὴ δηχθεῖσα κακοῖσιν;
- αἰαῖ,
- ἔπαθον τλάμων ἔπαθον μεγάλων
- ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι
- παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
- σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
- ἰώ μοί μοι, ἰὼ τλήμων.
- τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
- μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,