Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.
  2. δεινὰ τυράννων λήματα καί πως
  3. ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες
  4. χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
  5. τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν
  6. κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
  7. ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
  8. τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
  9. τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
  10. λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’
  11. οὐδένα καιρὸν δύναται θνητοῖς·
  12. μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ
  13. δαίμων οἴκοις, ἀπέδωκεν.
Χορός
  1. ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
  2. τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
  3. ἤπιος· ἀλλ’ ὦ γηραιά,
  4. λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
  5. ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν
  6. δώματος· ἐπεί μοι φίλον κέκρανται.
Τροφός
  1. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.