Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε
- δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.
- ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
- ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
- ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.
- τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,
- ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
- οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,
- εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.
- ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.
- σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε
- καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
- ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
- τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
- χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .
- ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.
- ἰώ,
- δύστανος ἐγὼ μελέα τε πόνων,
- ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
- τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ