Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
- δέξεται νύμφα χρυσέων ἀναδεσμῶν
- δέξεται δύστανος ἄταν·
- ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα
- κόσμον αὐτὰ χεροῖν. λαβοῦσα.
- πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων
- χρυσέων τευκτὸν στέφανον περιθέσθαι·
- νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.
- τοῖον εἰς ἕρκος πεσεῖται
- καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’
- οὐχ ὑπεκφεύξεται.
- σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων,
- παισὶν οὐ κατειδὼς
- ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
- σᾷ στυγερὸν θάνατον.
- δύστανε μοίρας ὅσον παροίχῃ.
- μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων
- μᾶτερ, ἃ φονεύσεις
- τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ
- σοι προλιπὼν ἀνόμως