Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.
Παιδαγωγός
  1. δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
  2. καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
  3. ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
  4. ἔα.
  5. τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
  6. τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
  7. κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
  1. αἰαῖ.
Παιδαγωγός
  1. τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μήδεια
  1. αἰαῖ μάλ’ αὖθις.
Παιδαγωγός.
  1. μῶν τιν’ ἀγγέλλων τύχην
  2. οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;
Μήδεια
  1. ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·
Παιδαγωγός
  1. τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
Μήδεια
  1. πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
  2. κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Παιδαγωγός
  1. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
Μήδεια
  1. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Παιδαγωγός
  1. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·