Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
  2. φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ἰάσων
  1. τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
  2. δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
  3. δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
  4. εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
  5. γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
Μήδεια
  1. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
  2. χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
  3. κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
  4. νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
  5. ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
  6. ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
  7. πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,
  8. ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
  9. κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
  10. ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
  11. ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
  12. εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
Χορός
  1. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,