Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—
- ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,
- παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
- αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.
- οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
- σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
- γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
- μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
- εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
- συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
- πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
- τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
- λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
- παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν
- κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
- εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
- ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
- κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
- πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
- λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας