Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
- ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
- πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
- ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος
- μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
- αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
- στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
- κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
- οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.
- θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.
- δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
- γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
- τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;
- ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,
- ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.
- ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,
- τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
- ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ—
- κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,
- μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς