Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
  2. σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
  3. λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
  4. ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
  5. ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
  6. φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
  7. ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
  8. χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
  9. ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.
Χορός
  1. κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
  2. καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
Ἰάσων
  1. αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·
  2. εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
  3. γάμου παρεμπολῶντος ἀλλοίου πόσει.
  4. ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
  5. ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
  6. βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
  7. ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
  8. πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·
  9. οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας