Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
  2. ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
  3. θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;
  4. οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
  5. φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
  6. ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
  7. πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
  8. νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
  9. κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,
  10. ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
  11. καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
  12. νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
  13. ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
  14. γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,
  15. οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
  16. παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
  17. τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
  18. ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
  19. ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε
  20. πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα