Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
- γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,
- οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
- παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
- τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
- ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
- ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε
- πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα