Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
- ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
- πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
- νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
- κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,
- ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
- καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
- νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.