Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
- σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
- λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
- ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
- ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
- φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
- ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
- χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη