Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
- καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
- ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
- πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
- γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
- ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
- θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;
- οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα