Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- χειρὶ τέκνων σέθεν
- καρδίᾳ τε λήψῃ
- δεινὰν προσάγουσα τόλμαν;
- πῶς δ’ ὄμματα προσβαλοῦσα
- τέκνοις ἄδακρυν μοῖραν
- σχήσεις φόνου; οὐ δυνάσῃ,
- παίδων ἱκετᾶν πιτνόντων,
- τέγξαι χέρα φοινίαν
- τλάμονι θυμῷ.
- ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
- οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι
- τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
- Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
- συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν
- εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
- ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
- κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
- καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
- ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
- πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,