Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τλάμονι θυμῷ.
Ἰάσων
  1. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
  2. οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι
  3. τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
Μήδεια
  1. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
  2. συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν
  3. εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
  4. ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην