Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐννέα Πιερίδας Μούσας λέγουσι
  2. ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
Χορός
  1. τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς
  2. τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
  3. χώραν καταπνεῦσαι μετρίας ἀνέμων
  4. ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν
  5. χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
  6. τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,
  7. παντοίας ἀρετᾶς ξυνεργούς.
Χορός
  1. πῶς οὖν ἱερῶν ποταμῶν
  2. ἢ πόλις; ἦ φίλων
  3. πόμπιμός σε χώρα
  4. τὰν παιδολέτειραν ἕξει,
  5. τὰν οὐχ ὁσίαν μετ’ ἄλλων;
  6. σκέψαι τεκέων πλαγάν,
  7. σκέψαι φόνον οἷον αἴρῃ.
  8. μή, πρὸς γονάτων σε πάντη
  9. πάντως ἱκετεύομεν,
  10. τέκνα φονεύσῃς.
Χορός
  1. πόθεν θράσος ἢ φρενὸς ἢ