Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
  2. τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
Χορός
  1. ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,
  2. σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν
  3. ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.
Μήδεια
  1. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
  2. τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.
Χορός
  1. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
Μήδεια
  1. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χορός
  1. σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
Μήδεια
  1. ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
  2. ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·
  3. ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
  4. λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
  5. εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.
Χορός
  1. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
  2. καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς
  3. χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι
  4. κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
  5. βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς