Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
  2. ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·
  3. ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
  4. τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
  5. τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
  6. δόμον τε πάντα συγχέασ’ Ἰάσονος
  7. ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
  8. φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
  9. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
  10. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
  11. οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
  12. ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον
  13. δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
  14. πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
  15. οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
  16. ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
  17. νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν
  18. θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
  19. μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
  20. μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,