Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.
Παιδαγωγός
  1. ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
  2. ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
Τροφός
  1. τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.
Παιδαγωγός
  1. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.
Τροφός
  1. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·
  2. σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.
Παιδαγωγός
  1. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
  2. πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι
  3. θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
  4. ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας
  5. σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
  6. Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
  7. οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.
Τροφός
  1. καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
  2. πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
Παιδαγωγός
  1. παλαιὰ καινῶν λείπεται κηδευμάτων,
  2. κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
Τροφός
  1. ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν
  2. νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.