Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
  2. ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,
  3. μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
  4. ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
  5. λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
  6. πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
  7. ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·
  8. μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
  9. ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
  10. γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
  11. καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
  12. παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
  13. οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
  14. ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
  15. ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
  16. πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
  17. νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,
  18. λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
  19. κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
  20. κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·