Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
- μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
- χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
- ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας
- θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
- ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
- ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
- χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
- κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
- πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
- ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
- πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν
- σπεύδεις κατέχων πράξειας, ἐπεὶ
- γενναῖος ἀνήρ,
- Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
- ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
- νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
- γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
- νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
- οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν