Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
Μήδεια
  1. Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
Αἰγεύς
  1. τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδεια
  1. ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αἰγεύς
  1. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μήδεια
  1. γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αἰγεύς
  1. οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;
Μήδεια
  1. σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αἰγεύς
  1. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μήδεια
  1. μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
Αἰγεύς
  1. ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μήδεια
  1. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
Αἰγεύς
  1. δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μήδεια
  1. Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αἰγεύς
  1. συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
Μήδεια
  1. ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
Αἰγεύς
  1. πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.
Μήδεια
  1. Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αἰγεύς
  1. ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
Μήδεια
  1. λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.