Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
  2. γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,
  3. οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
  4. καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
  5. δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
  6. οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
  7. γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.
  8. εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
  9. παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
  10. σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αἰγεύς
  1. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
  2. γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
  3. ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
  4. ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
  5. οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
  6. πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
  7. τόσον γε μέντοι σοι προσημαίνω, γύναι·
  8. ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
  9. αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
  10. μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.