Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οἰκτροτάτων ἀχέων.
  2. θανάτῳ θανάτῳ πάρος δαμείην
  3. ἁμέραν τάνδ’ ἐξανύσασα· μό-
  4. χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ
  5. γᾶς πατρίας στέρεσθαι.
Χορός
  1. εἴδομεν, οὐκ ἐξ ἑτέρων
  2. μῦθον ἔχω φράσασθαι·
  3. σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις
  4. ᾤκτισεν παθοῦσαν
  5. δεινότατον παθέων.
  6. ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν
  7. μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-
  8. ξαντα κλῇδα φρενῶν· ἐμοὶ
  9. μὲν φίλος οὔποτ’ ἔσται.
Αἰγεύς
  1. Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
  2. κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μήδεια
  1. ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
  2. Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
Αἰγεύς
  1. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μήδεια
  1. τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;