Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται—
  2. γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.
Χορός
  1. ἔρωτες ὑπὲρ μὲν ἄγαν
  2. ἐλθόντες οὐκ εὐδοξίαν
  3. οὐδ’ ἀρετὰν παρέδωκαν
  4. ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι
  5. Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
  6. μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης
  7. ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
Χορός
  1. στέργοι δέ με σωφροσύνα,
  2. δώρημα κάλλιστον θεῶν·
  3. μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς
  4. ἀκόρεστά τε νείκη
  5. θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις
  6. προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’
  7. ὀξύφρων κρίνοι λέχη γυναικῶν.
Χορός
  1. ὦ πατρίς, ὦ δώματα, μὴ
  2. δῆτ’ ἄπολις γενοίμαν
  3. τὸν ἀμηχανίας ἔχουσα
  4. δυσπέρατον αἰῶν’,