Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.
Μήδεια
  1. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
Ἰάσων
  1. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
Μήδεια
  1. καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
Ἰάσων
  1. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
  2. ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ
  3. προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
  4. λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
  5. ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.
  6. καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
  7. λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.
Μήδεια
  1. οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,
  2. οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·
  3. κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.
Ἰάσων
  1. ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,
  2. ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· 
  3. σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ
  4. φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
Μήδεια
  1. χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
  2. αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.