Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος·
- χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
- γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
- καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,
- εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
- τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.
- οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
- πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
- εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα
- γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
- ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων
- σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
- φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
- μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
- μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
- οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;
- τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
- μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
- ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
- ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.