Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,
- σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,
- ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,
- κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
- δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
- ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.
- ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
- στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
- κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
- παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
- τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν
- ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
- πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
- τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
- χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
- κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
- ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,
- ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
- λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
- οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;