Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;
- ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
- τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
- οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
- ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
- εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,
- ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
- τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
- τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
- παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
- χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
- Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·
- ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
- δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
- ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
- ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν
- πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·
- γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,
- τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.
- ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ